TITLE
Aleximachus’ pompe in Aigiale 
DATE
Late 2nd century BCE – 1st century BCE 
TEXT
The Packard Humanities Institute (IG XII, 7, 515).

[1] [ἄρχοντος ․․․․․․]ν ․․․․ε․․․․․ μηνὸς Ἀπατουριῶνος Ἀρχιτέλη[ς] 
[2] [Παρμενίωνος, Κρ]ατησίλοχος [Ἡγ]ίου, Λεοντεὺς Ἡγίου αἱρεθέντες 
[3] [ὑπὸ τοῦ δήμου κ]ατὰ ψήφισμα, ὥστε νόμον εἰσενεγκεῖν καθὰ ἐπ[ι]- 
[4] [τελεσθήσετα]ι ὅ τε ἐγδανεισμὸς τοῦ ἀργυρίου οὗ ἐπιδέδωκεν Κριτόλαο[ς] 
[5] [Ἀλκιμέδοντος] καὶ ἡ δημοθοινία καὶ ὁ ἀγών, καὶ τἄλλα δὲ πάντα ἐ̣π̣ιτ̣ε̣- 
[6] [λέσαι, γεγ]ράφασι τὸν ἀφηροϊσμὸν τὸν Ἀλεξιμάχου τοῦ Κριτολάου, 
[7] [καθὼς καὶ] ὅ τε δῆμος ἐψήφισται καὶ Κριτόλαος ἐπιδέδωκεν εἰς ταῦτα̣ 
[8] [δραχμ]ὰς δισχιλίας κατ̣ὰ τάδε· {²A}² {εἴς τε τὸ μὲν} τὸ μὲν ἀργύριον ἐγδα]- 
[9] [νείζεσθ]αι ἐν τῷ Ἀπατουριῶνι μηνὶ τόν τε ἄρχοντα καὶ τοὺς πρυτάνει[ς] 
[10] [καὶ] μ̣ισθωτὰς καὶ Κριτόλαον Ἀλκιμέδοντος, ἐγδανείζεσθαι δὲ αὐτ[ὸ] 
[11] [ἀπὸ δε]κάτου, τοὺς δὲ δανεισομένους διδόναι ὑποθήκην χωρία 
[12] [πλείο]νος ἄξια δραχμῶν δισχιλίων ἀνεπιδάνειστα ἰδιωτικοῦ δα- 
[13] [νείου, καὶ λ]αμβάνειν ἐπὶ τ[ῇ] προδεδηλωμένῃ ὑποθήκῃ μὴ πλεῖον δρα- 
[14] [χμῶν διακ]οσίων, ὑπογραψ[άτ]ω δὲ ὁ γραμματεὺς εἰς τὰ δημόσια γράμμα̣- 
[15] [τα τὸν δεδ]ανεισμένον ἕκαστον πατρόθεν καὶ τοῦ δήμου καὶ τὸ πλῆθος 
[16] [τοῦ ἀργυ]ρίου, οὗ ἂν ᾖ δεδανεισμένος, καὶ τὴν ὑποθήκην, ἣν ἂν δῶι, ῥητῶς, 
[17] [τούς τ]ε̣ γείτονας παρα[γρ]άφειν κύκλωι· τὸν δὲ τόκον οἱ δεδανεισμένοι 
[18] [τὸ ἀργ]ύριον ἀποδιδότωσ[α]ν δέκατον, καταβάλλοντες ἀεὶ ἐν μηνὶ Ἀπα- 
[19] [τουρ]ιῶνι ἐν τεῖ βουλεῖ, κα[θ]άπερ καὶ τὰ ἱερὰ χρήματα· τὸ δὲ ἀρχαῖον ἐνο- 
[20] [φει]λέσθω παρὰ τοῖς δανεισαμένοις ἐπὶ ταῖς ὑποθήκαις ἐφ’ αἷς ἐδα̣- 
[21] [νε]ίσατο ἕκαστος, καθάπερ καὶ τὰ φυλετικά, εἰς τὸν ἀεὶ χρόνον, καὶ μὴ ἔ- 
[22] [στω] αὐτοῦ πρᾶξις· μὴ ἐξέστω δὲ τοῖς ὀφείλουσιν τοῦτο τὸ ἀργύ- 
[23] [ριο]ν καταβαλεῖν τὸ ἀρχαῖον κατὰ μηθένα τρόπον, ἀλλ’ ἐνοφειλέσθω ἐν 
[24] τ̣αῖς ὑπο[θ]ήκαις ἐπὶ αἷς ἂν δανείσωνται εἰς τὸν ἀεὶ χρόνον· ἐὰν δέ τις κα- 
[25] ταβάλη̣ παρευρέσει ᾗτινιοῦν εἲ ἄρχ[ο]ντες αὐτῷ προσδέξωνται τὴν 
[26] καταβολήν, μὴ ἔστω αὐτῷ καταβεβλημένον, ἀλλ’ ἐνοφειλέσθω ἐν ταῖς 
[27] [αὐ]ταῖς ὑποθήκαις, καὶ μηθὲν ἧσσον ἔστω πρακτὸς κατὰ ταὐτά· [καὶ ἐὰν] 
[28] οἱ νέοι ἄρχοντες προσδέξωνται τὴν καταβολήν, ὀφειλέτωσαν δρα- 
[29] χμὰς χιλίας τῷ δημοσίωι, καὶ ἡ καταβολὴ ἄ[κυρος] ἔστω· ἐ[ὰ]ν δέ τις τῶν 
[30] [δ]εδανεισμένων μὴ ἀποδῶι τὸν τόκον ἐν τῷ μηνὶ τῷ Ἀπατουριῶνι ἐν τεῖ 
[31] [β]ουλεῖ, ἡ βουλὴ καὶ οἱ λογισταὶ καὶ ὁ ἄρχων παρα[χρῆ]μ̣α̣ πρα̣σ̣σέτωσαν, κα- 
[32] [θά]περ καὶ τὰ ἱερὰ χρήματα, πρὸς τὸ ἡμιόλιον· ὁ δὲ μισθωσάμενος προκατ[α]- 
[33] [βαλ]λέτω τὸ μίσθωμα {σαν} ἐν τεῖ βουλεῖ· ἐὰν δέ τι ὑπερέχῃ μισθούμενα τὰ 
[34] [χ]ωρία, ἀποδιδότωσαν τῷ κυρίωι τῆς ὑποθήκης παραχρῆμα ἐν τεῖ βουλεῖ 
[35] τὸ ὑπερεχὲς τοῦ τε τόκου καὶ τοῦ ἡμιολίου, ὁ δὲ γραμματεὺς ὑπογραφέ- 
[36] [τ]ω τήν τε μεμισθ[ω]μένην ὑποθήκην καὶ τ[ὸ]ν μ[ισθωσά]μενον καὶ πόσου ἐμισθ[ώ]- 
[37] [σ]ατο καὶ ὅ,τι προκαταβέβληκεν· ἐὰν δέ τις μισ̣[θωσά]μενο̣ς̣ μὴ προκαταβάλ[ῃ] 
[38] [παραχρ]ῆμα ἐν τῇ βουλῇ, ἐνγραφέτω αὐτὸν ὡ̣[ς] ἐ̣π̣ο̣φ̣ε̣ίλοντα δρα- 
[39] χμὰς διακοσίας τῷ δημοσίωι. {²B}² ὅπως δὲ [κ]αὶ ἡ [δημοθ]οινία ἐπιτελε- 
[40] [σ]θεῖ τὸν {ἐν} ἐνιαυτὸν τὸν μετὰ ἄρχοντ̣α ․․․․η̣ν̣ τ̣ὸ̣ν̣ Ἀ̣ρ̣ί̣σ̣τ̣ωνος, το̣[ὺς] 
[41] [π]ρυτανεύοντας τὸμ̣ μῆνα τὸν Ἀπατουρ̣ι̣ῶ̣[να ἑλέ]σ[θαι] ἐπιμελητὰς δύο ἐξ ἁ- 
[42] [π]άντων [Α]ἰγιαλέων μ̣ὴ̣ νε̣ω̣τέρ̣ους ἐ̣τῶν τ̣ρ̣ι̣[άκο]ν̣τα· οἱ δὲ αἱρεθέντες λα- 
[43] [βό]ντες τὸ ἀργύριον τὸ πῖπτο̣ν̣ παρα̣[χρ]ῆ̣μ̣α ἐμ μηνὶ Ἀπατουριῶνι ὠ- 
[44] [ν]ησάσθωσαν βοῦν ἄρσενα μὴ νεώτερον ἐτῶν δύο καὶ θυσάτωσαν ἐν 
[45] τεῖ Καλλιστράτου αρ̣τ̣(?)․․․․․․․․․․․․․․ ο̣ἰ̣[κ]ίαι, πομπευέτω- 
[46] σαν δὲ τὸν βοῦν ἐκ τοῦ πρυτανείου [οἱ] π̣ρ̣υ̣τ[άνει]ς̣ καὶ [ὁ] γυμνασίαρχος 
[47] [κ]αὶ οἱ ἔφηβοι, ἀκολουθείτωσαν δὲ καὶ οἱ νεώτεροι πάντες· εἰ δὲ μή, τοὺς 
[48] μὴ ἀκολουθοῦντας ἐπαναγκ[α]ζέτω [ὁ] γυμ[να]σίαρχος τρόπωι ὅτωι 
[49] ἂν δύνη̣[τ]αι· ὅταν δὲ [π]ο[ίη]σωσιν τὸ [δεῖπν]ον, ἐπ[εν]έγκαντες κρέα ὁλο- 
[50] μελῆ ἑστιασ<ά>τωσαν καὶ ἐπιμη[νι]ε̣υ̣σ̣[άτωσα]ν [ο]ἱ ἐπιμεληταὶ ἐπὶ τὸ δεῖ-
[51] [πνον]· ἐὰν δὲ ἄλλο αὐτοῖς φαίνηται, π̣ρ̣ο̣στ[ι]θέτ̣[ω]σ̣α̣ν πρὸς τὸ ἐνὸν ἀρ[γύ]-
[52] [ρ]ιον καὶ εἰς τὴν δημοθοινίαν ἐπιμηνιεύοντες μετὰ τοῦ γυμνασι-
[53] [ά]ρχου, τὸ δὲ ἐπιμηνιευθὲν τοῦ ἀρ[γυρίου φέρον]τες ἐπὶ τὸ δεῖπνον 
[54] ποιείτωσαν οἱ ἐπιμεληταὶ πάν̣[τας τοὺς κλι]σ̣μ̣οὺς(?) κατὰ τρίκλι- 
[55] [νο]ν καὶ τὸ δεῖπνον ἀποδιδότωσαν [το]ῖς̣ τε πολίταις πᾶσιν τοῖς παρα- 
[56] [γε]νομένοις εἰς τὴν Αἰγιά[λη]ν [καὶ παροίκοις κα]ὶ ξένοις <καὶ> τοῖς παρα- 
[57] [γε]νομένοις Ῥωμαίων αὐτῶ̣ν καὶ τῶν γ̣υ[ναικῶν(?)], κ̣α[ὶ κρ]έ̣α(?) χωρὶς πᾶ- 
[58] [σι]ν ․․․․․, καὶ παρεχέτωσαν ἡδὺ̣ μελίκρα̣τον καὶ τὴν διακονίαν πᾶσαν <τοῦ> 
[59] [δεί]πνου, παρέχοντες ξύλα καὶ ὕδωρ̣ καὶ ἀλείμματα· ἡ δὲ δημοθοινία 
[60] [γε]νέσθω ἐν τῷ γυμνασίωι ἐπάναγκ̣ες· παραθέτωσαν δὲ οἱ ἐπιμε- 
[61] [λητ]αὶ πάντως δεῖπνον ἀδάπανον τοῖς ἐν τῷ τρικλείνωι καὶ ἄνθη· παρατιθέ- 
[62] τωσαν <δὲ> τἄλλα μὲν θυθέντα, [τ]ὰ <δὲ> δέρματα ἀποδόμενοι παραχρῆμα κατα- 
[63] ναλισκέτωσαν παραχρῆμα καὶ ταῦτα ἐν τόπῳ· διδότωσαν δὲ 
[64] [οἱ] ἐπιμεληταὶ τῶν ἐφήβων ἑκάστῳ αὐ̣[τ]ῶν ὑὸς κ[ρε]ῶν μνᾶν· τὰ δ[ὲ] 
[65] [παρ]ατιθέμενα ἅπαντα ἔστω ἀποφορητὰ [ἀπὸ] τ[ο]ῦ τρικλίνου· ὑπο- 
[66] [τι]θέσθωσαν δὲ οἱ ἐπιμεληταὶ ἀπὸ [το]ῦ [ἀργ]υρίου εἰς τὴν ἐχομένη[ν] 
[67] [ἡμ]έραν τιμὴν οἴνου μετρητῶν ἐννέα, καὶ πα[ρατιθ]έ̣τωσαν τήν τε διακον[ί]- 
[68] [αν] πᾶσαν κατὰ ταὐτὰ τῇ ἐχομένῃ ἡμέραι καὶ [τ]ὸν οἶνον· παρεχέτωσαν 
[69] δὲ̣ οἱ ἐπιμελητ̣[α]ὶ καὶ τραγήματα ἀμφοτέρας τὰς ἡμέρας καὶ τὴν δ[η]- 
[70] μ̣οθοινίαν συντελείτωσαν ἐν τῷ γυμνασίωι, σιτομετρείτωσαν δ[ὲ] 
[71] [οἱ] ἐπιμεληταὶ ὠνησάμενοι σῖτον πύρινον ἀπὸ τοῦ ἀργυρίου, διδόν- 
[72] [τ]ε̣ς τῇ προτεραίᾳ τοῖς τε πολίταις τοῖς ἐπιδημοῦσιν καὶ παροίκοις 
[73] [κ]αὶ ξένοις τοῖς παρεπιδημοῦσιν τῶν μὲν ἀνδρῶν ἑκάστῳ χοίνικα, 
[74] [τ]ῶν δὲ παίδων ἥμισυ χοίνικος. {²C}² ὅπως δὲ καὶ ὁ ἀγὼν γίνηται, οἱ ἐπιμελη- 
[75] [τ]αὶ τῇ νουμηνίαι σφαξάτ̣ωσαν ἅμα τῇ ἡμέραι κριὸν ὡς βέλτιστον πρὸς 
[76] [τ]ῷ ἀγάλματι ὧι ἂν στήσῃ Κριτόλαος τοῦ υἱοῦ Ἀλεξιμάχου καὶ πα̣[ρα]- 
[77] [θέ]τωσαν παράθεσιν ἐκ πυρῶν ἡμιέκτων τεσάρων καὶ τοῦ κριοῦ τὰ κρέα 
[78] [ὁλο]μελῆ ἀποζέσαντες παρατιθέτωσαν τῷ ἀγάλματι κ̣αὶ τὴν παράθεσιν· 
[79] [τῇ] δὲ δευτέραι συντελείτωσαν τὸν ἀγῶν<α> μετὰ τοῦ γυμνασιάρχου 
[80] καταναλίσκοντες εἰς τὰ ἔπαθλα τόν τε κριὸν ὅλον καὶ τῆς παραθέ- 
[81] σ̣εως̣ τὰ ἡμίση, τὰ δὲ ἡμίση ἔστω <τῶν> πρυτάνεων καὶ τῶν ἐπιμελητῶν· τιθέ- 
[82] τωσαν δὲ τὰ ἆθλα πάντα τιθέντες παίδων καὶ ἀνδρῶν κατὰ τὸν γημνασι- 
[83] [αρ]χι[κ]ὸν νόμον· πανκράτιον δὲ μὴ τιθέτωσαν, ἀλλ’ ἀνακηρυσσέσθω νικῶν 
[84] [Ἀ]λεξίμαχος Κριτολάου]. ὅπως δὲ καὶ λαμπὰς γίνηται παίδων καὶ ἀνδρῶν, 
[85] [ἐπι]μελείσθω ὁ γυμνασιάρχος τάσσων, ὡς ἂν αὐτῷ φαίνηται, καὶ ἐπανα[γ]- 
[86] κάζων τρέχειν τοὺς νεωτέρους τῶν ὑποτεταγμένων ἐτῶν πάντας. 
[87] {²D}² πρὸ τοῦ δὲ τὸν ἀγῶνα συντε<λεσ>θῆναι, οἱ ἐπιμεληταὶ λόγον ἀποδότωσαν 
[88] [τ]ῆ̣ς δαπάνης, γράψαντες εἰς σανίδας τοῖς τε πρυτάνεσι καὶ τῷ γυμ- 
[89] νασιάρχωι, οἱ δὲ ἐκτιθέτωσαν σκοπεῖν τῶι βουλομένωι, καὶ ὀμοσά- 
[90] [τ]ωσαν οἱ ἐπιμεληταὶ τόνδε τὸν ὅρκον· “ὀμνύομεν Δία Ποσειδῶ Δήμητρα· 
[91] ἐδαπανήσαμεν τὸ ἀργύριον πᾶν τὸ ἀπ[ο]τεταγμέ[ν]ον [ε]ἴς τ[ε] τὴν δημο- 
[92] [θο]ινίαν καὶ τὸν ἀγῶνα ἀφειρημένης τιμῆς οἴνου [με]τρητῶν ἐννέα, καὶ
[93] [ο]ὐ νοσφισόμεθα οὐθέν, καὶ καταστήσομ[εν] ἐπιμελητὴν τῶν {ἐν τοῖς} ε[ὐ]ερ̣-
[94] [γε]τῶν καὶ ἀλειτουργήτων τὸν εὐπορώτατον, ὅπω[ς ἂν κ]αὶ κράτιστα λει- 
[95] [το]υργήσηι̣. εὐορκοῦντι μὲν εὖ εἶναι, ἐπιορκοῦντι δὲ τ̣ἀ̣ναντία”· ὅταν δὲ ὀμό- 
[96] [σω]σι[ν], ἑλέσθωσαν οἱ ἐπιμεληταὶ ἐπιμελ[η]τὰ[ς] μεὶ νε[ωτ]έ[ρου]ς ἐτῶν τριακό[ν]- 
[97] [τα] καὶ μὴ ἔχοντας ἄλλην λειτουργίαν πολιτικήν· οἱ δ[ὲ] ἁιρεθέντες διοι- 
[98] [κε]ίτωσαν κατὰ τὰ προγεγραμμέν[α] ἐν τῷ νόμω[ι καὶ π]αραλαμβάνοντε[ς] 
[99] [τὸ] ἀργύριον τὸ πῖπτον ἐν τεῖ βουλεῖ ἀναγρ[α]φέσ̣θ̣ωσαν· τοὺς δὲ αἱρεθέν- 
[100] [τ]ας ὁ γραμματεὺς ἀναγραψάτω, [ἀ]νακηρυσσέ[τω δὲ ὁ κῆρ]υξ ἐπὶ τοῦ ἀ- 
[101] [γῶ]νος παραχρῆμα, ὅτι στεφανοῦσιν οἱ π̣ρ̣ε[σβ]ύτ̣ε̣ρ̣οι [κ]α̣ὶ οἱ ἔ̣φηβοι καὶ οἱ 
[102] [νέ]οι πάντε̣ς Ἀλεξίμαχ[ο]ν Κριτολάου ἀρετῆς ἕ̣νε̣κ̣α̣ καὶ εὐταξίας ἧς 
[103] [ἔχ]ων διετέλε̣ι̣. {²E}² ὅπως δὲ καὶ ἡ θυσία γίν[η]ται [εἰς τὸν] ἀ[ε]ὶ χρόνο[ν], οἱ πρυ- 
[104] [τάν]εις οἱ πρυτανεύοντες τὸμ μῆνα τὸν ταυ[ρ]ε[ῶ]να θυέτωσαν αἶγα τ̣ῇ̣ 
[105] [αὐτῇ] ἡμέρ̣αι, ὅταν καὶ Ἐπικράτει θύωσι, λαμβάνοντες καὶ τοῦτο τὸ 
[106] [ἀποτ]εταγμένον παρὰ τῶν ταμιῶν, καὶ οἱ ταμίαι ἐπάναγκες διδότω- 
[107] [σαν]. {²F}² ἐὰν δέ τις ὠνήσηται τὰς ὀφειλούσας ὑπ[οθ]ή̣κας ἢ ὑποθῆται, καθ’ ὃν 
[108] [εἴρη]ται τ̣ρ̣όπον φερέτω τὸν τόκον καταβάλλων [ἐν τεῖ βουλ]εῖ τοῦ Ἀπα- 
[109] [του]ριῶνος μηνὸς ὁ ἔχων τὴν ὑποθήκην· ἐὰν δὲ μὴ φέρῃ, μισθούσθω ἡ ὑ- 
[110] [πο]θήκη κατὰ τὰ αὐτά· τοῦ δὲ ἀρχαίου μη̣[δ]έπ[ο]τε ἔστω ἡ καταβολή, ἡ 
[111] [δ]ὲ βουλὴ καὶ ὁ ἄρχων καὶ οἱ ταμίαι, ὅταν πράξωσ[ι]ν τ[ὸ ἀ]ργύριον, διδότω- 
[112] [σ]αν παραχρῆμα ἐν τεῖ βουλεῖ τοῖς ἐπιμεληταῖς τοῖς κατασταθεῖσιν, 
[113] καὶ ὁ γραμματεὺς ἀναγραψάτω τούς τε καταβαλόντας καὶ πόσ[ο]ν 
[114] [ἕ]καστ[ος] κατέβαλεν καὶ τοὺς λαμβάν[οντ]α[ς τῶν ἐπιμε]λητῶν καὶ πό- 
[115] [σ]ον λαμβάνουσιν· τῇ δὲ βουλῇ [μὴ] ἐξέστω πρότερον χρηματίσαι μ[η]- 
[116] [θ]έν, μηδὲ ὁ ἐπιστάτης προτιθέτω, ἐὰν μὴ πράξωσιν τὸν τόκον παρὰ 
[117] τῶν ὀφειλόντων τοῦτο τὸ ἀργύριον· ἐὰν δέ τις ἐπιμελητὴς αἱρεθεὶς καὶ 
[118] [λ]αβὼν τὸ ἀργύριον μὴ συντελέσῃ τὴν λειτουργίαν, ἀποδότω δρα- 
[119] [χ]μὰς χιλίας τῷ δημοσίωι, καὶ ὁ πράκτωρ αὐτὰ πραξάτ[ω· εἰ δὲ] μή, ὑπόδι- 
[120] [κο]ς ἔστω τῷ βουλομένωι· ἐὰν δέ τις αἱρεθεὶς καὶ λαβ̣[ὼν τὸ] ἀργύριον 
[121] [τ]ελευτήσῃ, οἱ κληρονόμοι αὐτοῦ ἀποδιδότωσαν [τὸ] ἀργύριον ἐν τῇ 
[122] [πρώ]τῃ [ἐ]κκλησίαι, ἀφ’ οὗ ἂν τελευτήσῃ, ὁ δὲ δῆμο[ς κα]ὶ τ[ὸ] κ̣ε̣φάλαι[ο]ν καὶ τὸ 
[123] [ἀ]ργύριον τὸ καταβληθὲν διδότω παραχρῆμα τῷ δημ̣οσ̣ίωι. {²G}² τὸ δὲ ἀ[ρ]- 
[124] [χα]ῖον τὸ ἐπιδεδομένον ὑπὸ Κριτολάου ε[ἰς] ταῦτα μ̣ὴ̣ ἐξέστω με- 
[125] [τα]θεῖναι εἰς ἄλλο μηθέν· ἐὰν δέ τις εἴπῃ ε̣ἲ ἐπιψ̣ηφίσ̣ῃ ἢ ὁ ἐπιστάτης εἲ 
[126] [οἱ π]ρόεδροι προθῶσιν εἲ ὁ γραμματεὺς γράψῃ εἲ ἀναγνῷ, ὡς δε[ῖ] ταῦτα 
[127] [τ]ὰ χρήματα εἰς ἄλλο τι καταχωρισθῆναι εἲ καὶ [ἄ]λλου μετακινηθῆ- 
[128] [ν]α[ί] τι τῶν ἐν τῶι νόμωι γεγραμμένων, ὁ τούτων τι ποιήσας ἄτιμος 
[129] [ἔσ]τω καὶ ἡ οὐσία αὐτοῦ δημοσία· γράφε̣σθ̣[ω] δὲ ὁ βουλομένος Αἰγιαλέω[ν] 
[130] [οἷ]ς ἔξεστιν πρὸς τὸν θεσμοθέτην ἐπὶ τῶι ἡμίσει. {²H}² τὸν δὲ νόμον τόνδ[ε] 
[131] [ε]ἶν[αι κύριον] εἰς τὸν πάντα χρόνον, καὶ ὁ γραμματεὺς αὐτὸν ἀναγ[ρα]- 
[132] [ψ]άτω εἰς τὰ δημόσια γράμματα πάντα καὶ εἰς τὰς δέλτους, οὗ οἱ [νόμοι] 
[133] [ε]ἰσ̣ὶν ἀναγ[εγ]ραμ[μ]ένοι, ἀναγραψάτω δὲ καὶ Κριτόλαος εἰστήλην καὶ 
[134] [στ]ησάτω, [οὗ] ἂν καὶ τὸν ἀνδριάντα ἱστᾶι. 
TRANSLATION
BIBLIOGRAPHY
Bömmer (1952). RE, s.v. Pompa. Herrscher, Vol. XXI.2, p. 1963, n. 266.

Chaniotis, A., Corsten, T., Stroud, R. S. and Tybout, R. A., eds., (2007). Supplementum Epigraphicum Graecum. 53, 906bis. Leiden – Boston. 

Decker, W. (1995). Sport in der griechischen Antike: Vom minoischen Wettkampf bis zu den Olympischen Spielen. München: C. H. Beck, 59-60. 

Gauthier, P. (1980). “Études sur des inscriptions d’Amorgos”. Bulletin de Correspondance Hellénique 104(1): 197-220.
 
Kyle, D. G. (2007). Sport and spectacle in the ancient world. Malden, MA – Oxford: Blackwell, 233. 

Laum, B. (1914). Stiftungen in der griechischen und römischen Antike: Ein Beitrag zur Kulturgeschichte, I-II. Leipzig– Berlin: Teubner.  

Roller, L. E. (1981). “Funeral games for historical persons”. Stadion. Internationale Zeitschrift für Geschichte des Sports 7: 1–18. 
 
Sokolowski, F. (1969). Lois sacrées des cités grecques. Paris: Éditions de Boccard. 

Thür, G., and Fernández Nieto, F. J. (2003). Symposion 1999: Vorträge zur griechischen und hellenistischen Rechtsgeschichte (Pazo de Mariñan, La Coruña, 6.-9. September 1999). Köln: Böhlau.